Plato, Laws 928e
← the shelves · Plato, Laws · ← Plato, Laws 928d · Plato, Laws 929a →
Plato, Laws 928e Ancient Greek
Plato, Laws
ὑὸν κατὰ νόμον μηκέτʼ εἶναι, ὑεῖς τʼ αὖ σφίσι πατέρας ὑπὸ νόσων ἢ γήρως διατιθεμένους αἰσχρῶς ἐξεῖναι παρανοίας γράφεσθαι· ταῦτα δὲ ὄντως ἐν παγκάκων ἤθεσιν ἀνθρώπων γίγνεσθαι φιλεῖ, ἐπεὶ ἡμίσεών γε ὄντων τῶν κακῶν, οἷον μὴ κακοῦ μὲν πατρός, ὑέος δέ, ἢ τοὐναντίον, οὐ γίγνονται συμφοραὶ τηλικαύτης ἔχθρας ἔκγονοι. ἐν μὲν οὖν ἄλλῃ πολιτείᾳ παῖς ἀποκεκηρυγμένος οὐκ ἂν ἐξ ἀνάγκης ἄπολις εἴη, ταύτης δέ, ἧς οἵδε οἱ νόμοι ἔσονται, ἀναγκαίως ἔχει
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:928e
Cite as
Plato, Laws 928e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:928e