Plato, Laws 933e
← the shelves · Plato, Laws · ← Plato, Laws 933d · Plato, Laws 934a →
Plato, Laws 933e Ancient Greek
Plato, Laws
τῶν τοιούτων φαρμακειῶν ὡντινωνοῦν δόξῃ ὅμοιος εἶναι βλάπτοντι, ἐὰν μὲν μάντις ὢν ἢ τερατοσκόπος, τεθνάτω, ἐὰν δʼ ἄνευ μαντικῆς ὢν τῆς φαρμακείας ὄφλῃ, ταὐτὸν καὶ τούτῳ γιγνέσθω· περὶ γὰρ αὖ καὶ τούτου τιμάτω τὸ δικαστήριον ὅτι ἂν αὐτοῖς δεῖν αὐτὸν δόξῃ πάσχειν ἢ ἀποτίνειν. ὅσα τις ἂν ἕτερος ἄλλον πημήνῃ κλέπτων ἢ βιαζόμενος, ἂν μὲν μείζω, μείζονα τὴν ἔκτισιν τῷ πημανθέντι τινέτω, ἐλάττω δὲ ζημιώσας σμικροτέραν, παρὰ πάντα δὲ τοσαύτην ἡλίκα ἂν ἑκάστοτε ζημιώσῃ τίς τινα, μέχριπερ ἂν ἰάσηται τὸ βλαβέν· δίκην δὲ ἕκαστος πρὸς ἑκάστῳ τῷ κακουργήματι
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:933e
Cite as
Plato, Laws 933e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:933e