Plato, Laws 943e
← the shelves · Plato, Laws · ← Plato, Laws 943d · Plato, Laws 944a →
Plato, Laws 943e Ancient Greek
Plato, Laws
κατὰ δύναμιν—παρθένος γὰρ Αἰδοῦς Δίκη λέγεταί τε καὶ ὄντως εἴρηται, ψεῦδος δὲ αἰδοῖ καὶ δίκῃ νεμεσητὸν κατὰ φύσιν—τῶν τε οὖν ἄλλων εὐλαβεῖσθαι πέρι πλημμελεῖν εἰς δίκην, διαφερόντως δὲ καὶ τῆς τῶν κατὰ πόλεμον ὅπλων ἀποβολῆς, μὴ διαμαρτών τις ἄρα τῶν ἀναγκαίων ἀποβολῶν, ὡς αἰσχρὰς αὐτὰς εἰς ὄνειδος τιθείς, ἀναξίῳ ἀναξίας ἐπάγῃ δίκας. ῥᾴδιον μὲν οὖν οὐδαμῶς διορίσαι τούτων θάτερον,
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:943e
Cite as
Plato, Laws 943e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:943e