🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 944e

← the shelves · Plato, Laws · ← Plato, Laws 944d · Plato, Laws 945a →

Plato, Laws 944e Ancient Greek Plato, Laws
μάλιστα ἡ ʼκείνῃ τῇ γενέσει ἐναντία γένεσις, εἰς γυναῖκα ἐξ ἀνδρὸς μεταβαλοῦσα, τιμωρία τούτῳ γενομένη. νῦν δʼ ὅτι τούτων ἐγγύτατα φιλοψυχίας ἕνεκα, ἵνα τὸν ἐπίλοιπον βίον μὴ κινδυνεύῃ, ζῇ δὲ ὡς πλεῖστον χρόνον ὢν κακὸς ὀνείδει συνεχόμενος, ἔστω νόμος ὅδε ἐπὶ τούτοις· Ἀνὴρ ὃς ἂν ὄφλῃ δίκην ὡς αἰσχρῶς ἀποβαλὼν ὅπλα πολεμικά, τούτῳ μήτʼ οὖν τις στρατηγὸς μήτʼ ἄλλος ποτὲ τῶν κατὰ πόλεμον
No aligned translation on this shelf.
Cite as

Plato, Laws 944e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:944e