Plato, Laws 949e
← the shelves · Plato, Laws · ← Plato, Laws 949d · Plato, Laws 950a →
Plato, Laws 949e Ancient Greek
Plato, Laws
εἰσάγειν εἰς τὸ δικαστήριον, ἕως ἂν ἐθελήσωσι δρᾶν τὸ προσταχθέν.πόλει δέ, ἥτις ἂν μήτε χρηματίζηται πλὴν τὸν ἐκ γῆς χρηματισμὸν μήτʼ ἐμπορεύηται, περὶ ἀποδημίας ἑαυτῶν ἔξω τῆς χώρας καὶ ξένων ὑποδοχῆς ἄλλοθεν ἀνάγκη βεβουλεῦσθαι τί χρὴ δρᾶν· συμβουλεύειν οὖν τὸν νομοθέτην δεῖ τούτων πέρι πρῶτον πείθοντα εἰς δύναμιν. πέφυκεν δὲ ἡ πόλεων ἐπιμειξία πόλεσιν ἤθη κεραννύναι παντοδαπά,
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:949e
Cite as
Plato, Laws 949e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:949e