Plato, Laws 950e
← the shelves · Plato, Laws · ← Plato, Laws 950d · Plato, Laws 951a →
Plato, Laws 950e Ancient Greek
Plato, Laws
τὰς δὲ κατὰ πόλεμον καὶ στρατείας ἀποδημίας οὐκ ἐν ἐκδημίαις πολιτικαῖς ἄξιον ἀγορεύειν ὡς τούτων οὔσας. Πυθώδε τῷ Ἀπόλλωνι καὶ εἰς Ὀλυμπίαν τῷ Διὶ καὶ εἰς Νεμέαν καὶ εἰς Ἰσθμὸν χρὴ πέμπειν κοινωνοῦντας θυσιῶν τε καὶ ἀγώνων τούτοις τοῖς θεοῖς, πέμπειν δὲ εἰς δύναμιν ὅτι πλείστους ἅμα καὶ καλλίστους τε καὶ ἀρίστους, οἵτινες εὐδόκιμον τὴν πόλιν ἐν ἱεραῖς τε καὶ εἰρηνικαῖς συνουσίαις ποιήσουσι
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:950e
Cite as
Plato, Laws 950e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:950e