Plato, Letters 310e
← the shelves · Plato, Letters · ← Plato, Letters 310d · Plato, Letters 311a →
Plato, Letters 310e Ancient Greek
Plato, Letters
εἰπεῖν, οὔτε ἡ συνουσία ἡμῶν σιγᾶται. μὴ λανθανέτω δέ σε ὅτι οὐδʼ εἰς τὸν ἔπειτα χρόνον σιγηθήσεται· τοιοῦτοι οἱ παραδεδεγμένοι εἰσὶν αὐτήν, ἅτε οὐκ ὀλίγην γεγενημένην οὐδʼ ἠρέμα. τί οὖν δὴ λέγω νυνί; ἐρῶ ἄνωθεν ἀρξάμενος. πέφυκε συνιέναι εἰς ταὐτὸν φρόνησίς τε καὶ δύναμις μεγάλη, καὶ ταῦτʼ ἄλληλα ἀεὶ διώκει καὶ ζητεῖ καὶ συγγίγνεται· ἔπειτα καὶ οἱ ἄνθρωποι χαίρουσιν περὶ τούτων αὐτοί τε διαλεγόμενοι καὶ ἄλλων ἀκούοντες ἔν τε ἰδίαις συνουσίαις καὶ
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg036.perseus-grc2:310e
Cite as
Plato, Letters 310e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg036.perseus-grc2:310e