Plato, Letters 315e
← the shelves · Plato, Letters · ← Plato, Letters 315d · Plato, Letters 316a →
Plato, Letters 315e Ancient Greek
Plato, Letters
σὴν ἀρχὴν ἀφαιρούμεθά σε. σὺ δʼ εἰ μέν τι διὰ τοὺς λόγους τούτους ὠφελῇ, γιγνώσκεις αὐτός, ἀδικεῖς δʼ οὖν ἐμὲ τἀναντία τῶν γενομένων λέγων. ἅδην γὰρ ὑπὸ Φιλιστίδου καὶ ἄλλων πολλῶν πρὸς τοὺς μισθοφόρους καὶ εἰς τὸ Συρακουσίων πλῆθος διεβλήθην διὰ τὸ μένειν ἐν ἀκροπόλει, τοὺς δʼ ἔξωθεν, εἴ τι γίγνοιτο ἁμάρτημα, πᾶν εἰς ἐμὲ τρέπειν, σὲ φάσκοντας πάντα ἐμοὶ πείθεσθαι. σὺ δʼ αὐτὸς οἶσθα σαφέστατα τῶν
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg036.perseus-grc2:315e
Cite as
Plato, Letters 315e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg036.perseus-grc2:315e