🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Letters 317e

← the shelves · Plato, Letters · ← Plato, Letters 317d · Plato, Letters 318a →

Plato, Letters 317e Ancient Greek Plato, Letters
πάντα ἐξὸν μὴ ἀπολέσθαι διώλετο· ἐλθὼν δέ—οἶσθα γὰρ δὴ σὺ πάντα τἀντεῦθεν ἤδη γενόμενα—ἐγὼ μὲν ἠξίουν δήπου κατὰ τὴν ὁμολογίαν τῶν ἐπιστολῶν πρῶτον μὲν κατάγειν Δίωνα οἰκειωσάμενον, φράζων τὴν οἰκειότητα, ἣν εἰ ἐμοὶ τότε ἐπείθου, τάχʼ ἂν βέλτιον τῶν νῦν γεγονότων ἔσχεν καὶ σοὶ καὶ Συρακούσαις καὶ τοῖς ἄλλοις Ἕλλησιν, ὡς ἡ ἐμὴ δόξα μαντεύεται· ἔπειτα τὰ Δίωνος τοὺς οἰκείους ἔχειν
No aligned translation on this shelf.
Cite as

Plato, Letters 317e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg036.perseus-grc2:317e