Plato, Letters 318e
← the shelves · Plato, Letters · ← Plato, Letters 318d · Plato, Letters 319a →
Plato, Letters 318e Ancient Greek
Plato, Letters
τοῦτον μὲν προδοῦναι, σὲ δὲ τὸν ἀδικοῦντα ἑλέσθαι καὶ πᾶν δρᾶν ὅπῃ σὺ προσέταττες, ἕνεκα χρημάτων δῆλον ὅτι· οὐδὲν γὰρ ἂν ἕτερον ἔφησεν αἴτιόν τις εἶναι τῆς ἐμῆς μεταβολῆς, εἰ μετεβαλόμην. ἀλλὰ ταῦτα μὲν ταύτῃ γενόμενα τὴν ἐμὴν καὶ σὴν λυκοφιλίαν καὶ ἀκοινωνίαν διὰ σὲ ἀπηργάσατο. σχεδὸν δʼ εἰς λόγον ὁ λόγος ἥκει μοι συνεχὴς τῷ νυνδὴ γενόμενος, περὶ οὗ μοι τὸ δεύτερον ἀπολογητέον ἔφην εἶναι.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg036.perseus-grc2:318e
Cite as
Plato, Letters 318e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg036.perseus-grc2:318e