Plato, Letters 334e
← the shelves · Plato, Letters · ← Plato, Letters 334d · Plato, Letters 335a →
Plato, Letters 334e Ancient Greek
Plato, Letters
οὐ καλῶς, ὁ δὲ πειθόμενος τέθνηκεν καλῶς· τὸ γὰρ τῶν καλλίστων ἐφιέμενον αὑτῷ τε καὶ πόλει πάσχειν ὅτι ἂν πάσχῃ πᾶν ὀρθὸν καὶ καλόν. οὔτε γὰρ πέφυκεν ἀθάνατος ἡμῶν οὐδείς, οὔτʼ εἴ τῳ συμβαίη, γένοιτο ἂν εὐδαίμων, ὡς δοκεῖ τοῖς πολλοῖς· κακὸν γὰρ καὶ ἀγαθὸν οὐδὲν λόγου ἄξιόν
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg036.perseus-grc2:334e
Cite as
Plato, Letters 334e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg036.perseus-grc2:334e