Plato, Letters 338e
← the shelves · Plato, Letters · ← Plato, Letters 338d · Plato, Letters 339a →
Plato, Letters 338e Ancient Greek
Plato, Letters
οὐδὲν ἀκηκοὼς ὅτʼ ἐπεδήμουν ἐγώ, ὅθεν ἅμα μὲν εἰς ἐπιθυμίαν ᾔει τοῦ διακοῦσαι ἐναργέστερον, ἅμα δʼ ἡ φιλοτιμία κατήπειγεν αὐτόν—διʼ ἃ δὲ οὐκ ἤκουσεν ἐν τῇ πρόσθεν ἐπιδημίᾳ, διεξήλθομεν ἐν τοῖς ἄνω ῥηθεῖσιν νυνδὴ λόγοις— ἐπειδὴ δʼ οὖν οἴκαδέ τʼ ἐσώθην καὶ καλοῦντος τὸ δεύτερον ἀπηρνήθην, καθάπερ εἶπον νυνδή, δοκεῖ μοι Διονύσιος παντάπασιν φιλοτιμηθῆναι μή ποτέ τισιν δόξαιμι καταφρονῶν
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg036.perseus-grc2:338e
Cite as
Plato, Letters 338e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg036.perseus-grc2:338e