Plato, Letters 346e
← the shelves · Plato, Letters · ← Plato, Letters 346d · Plato, Letters 347a →
Plato, Letters 346e Ancient Greek
Plato, Letters
λόγος. φέρε, εἰ διανοεῖται τούτων μηδὲν ποιεῖν Διονύσιος ὧν φησιν, ἀπελθόντος δʼ ἐμοῦ ἐὰν ἐπιστέλλῃ Δίωνι πιθανῶς, αὐτός τε καὶ ἄλλοις πολλοῖς τῶν αὐτοῦ διακελευόμενος, ἃ νῦν πρὸς ἐμὲ λέγει, ὡς αὐτοῦ μὲν ἐθέλοντος, ἐμοῦ δὲ οὐκ ἐθελήσαντος ἃ προυκαλεῖτό με δρᾶν, ἀλλʼ ὀλιγωρήσαντος τῶν ἐκείνου τὸ παράπαν πραγμάτων, πρὸς δὲ καὶ τούτοισιν ἔτι μηδʼ ἐθέλῃ με ἐκπέμπειν, αὐτὸς τῶν ναυκλήρων
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg036.perseus-grc2:346e
Cite as
Plato, Letters 346e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg036.perseus-grc2:346e