🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Letters 348e

← the shelves · Plato, Letters · ← Plato, Letters 348d · Plato, Letters 349a →

Plato, Letters 348e Ancient Greek Plato, Letters
αὐτῷ φλαῦρον γίγνεσθαι, μεταστῆναι δʼ ἐκ τῆς χώρας, ἕως ἂν ἄλλο τι Διονυσίῳ δόξῃ. ταῦτα, ἔφη, συγχωρεῖς; λέγων πρὸς τὸν Διονύσιον. συγχωρῶ· μηδʼ ἂν πρὸς τῇ σῇ, ἔφη, φανῇ οἰκίᾳ, πείσεσθαι φλαῦρον μηδὲν παρὰ τὰ νῦν εἰρημένα. τῇ δὴ μετὰ ταύτην τὴν ἡμέραν δείλης Εὐρύβιος καὶ Θεοδότης προσηλθέτην μοι σπουδῇ τεθορυβημένω θαυμαστῶς, καὶ Θεοδότης λέγει, Πλάτων, ἔφη, παρῆσθα χθὲς οἷς περὶ Ἡρακλείδου Διονύσιος ὡμολόγει πρὸς ἐμὲ καὶ σέ; πῶς δὲ οὔκ; ἔφην. νῦν τοίνυν, ἦ δʼ ὅς, περιθέουσιν πελτασταὶ λαβεῖν Ἡρακλείδην ζητοῦντες, ὁ δὲ εἶναί πῃ ταύτῃ κινδυνεύει· ἀλλʼ ἡμῖν, ἔφη,
No aligned translation on this shelf.
Cite as

Plato, Letters 348e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg036.perseus-grc2:348e