🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Letters 352e

← the shelves · Plato, Letters · ← Plato, Letters 352d · Plato, Letters 353a →

Plato, Letters 352e Ancient Greek Plato, Letters
τοὺς δρῶντας· ἃ κἂν ἄλλοις μυθολογοῦντες ἱκανοὶ γίγνοισθʼ ἂν ἑκάστοτε διδάσκαλοι. τούτων μὲν δὴ σχεδὸν οὐκ ἀπορία· τῶν δὲ ὅσα γένοιτʼ ἂν ἢ πᾶσιν συμφέροντα ἐχθροῖς τε καὶ φίλοις ἢ ὅτι σμικρότατα κακὰ ἀμφοῖν, ταῦτα οὔτε ῥᾴδιον ὁρᾶν οὔτε ἰδόντα ἐπιτελεῖν, εὐχῇ δὲ προσέοικεν ἡ τοιαύτη συμβουλή τε καὶ ἐπιχείρησις τοῦ λόγου. ἔστω δὴ παντάπασι
No aligned translation on this shelf.
Cite as

Plato, Letters 352e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg036.perseus-grc2:352e