Orphica, Fragmenta 13 (part 2)
← the shelves · Orphica, Fragmenta · ← Orphica, Fragmenta 13 (part 1) · Orphica, Fragmenta 14 →
Orphica, Fragmenta 13 (part 2) Ancient Greek
Orphica, Fragmenta
Ὀρφέως δὲ ὃς καὶ τὰ ὀνόματα αὐτῶν [der Götter] πρῶτος ἐξηῦρεν καὶ τὰς γενέσεις διεξῆλθεν καὶ ὅσα ἑκάστοις πέπρακται εἶπεν καὶ πεπίστευται παρ’ αὐτοῖς ἀληθέστερον θεολογεῖν, ὧι καὶ Ὅμηρος τὰ πολλὰ καὶ περὶ θεῶν μάλιστα ἕπεται, καὶ αὐτοῦ τὴν πρώτην γένεσιν αὐτῶν ἐξ ὕδατος συνιστάντος Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται . ἦν γὰρ ὕδωρ ἀρχὴ κατ’ αὐτὸν τοῖς ὅλοις, ἀπὸ δὲ τοῦ ὕδατος ἰλὺς κατέστη, ἐκ δὲ ἑκατέρων ἐγεννήθη ζώιον δράκων προσπεφυκυῖαν ἔχων κεφαλὴν λέοντος 〈καὶ ἄλλην ταύρου〉, διὰ μέσου δὲ αὐτῶν θεοῦ πρόσωπον, ὄνομα Ηρακλῆς καὶ Χρόνος. οὗτος ὁ Ἡρακλῆς ἐγέννησεν ὑπερμέγεθες ὠιόν, ὃ συμπληρούμενον ὑπὸ βίας τοῦ γεγεννηκότος ἐκ παρατριβῆς εἰς δύο ἐρράγη. τὸ μὲν οὖν κατὰ κορυφὴν αὐτοῦ Οὐρανὸς εἶναι ἐτελέσθη, τὸ δὲ κάτω ἐνεχθὲν Γῇ· προῆλθε δὲ καὶ θεός τις δισώματος. Οὐρανὸς δὲ Γῆι μιχθεὶς γεννᾶι θηλείας μὲν Κλωθὼ Λάχεσιν Ἄτροπον, ἄνδρας δὲ Ἑκατόγχειρας Κόττον Γύγην Βριάρεων καὶ Κύκλωπας Βρόντην καὶ Στερόπην καὶ Ἄργην· οὓς καὶ δήσας κατεταρτάρωσεν, ἐκπεσεῖσθαι αὐτὸν ὑπὸ τῶν παίδων τῆς ἀρχῆς μαθών. διὸ καὶ ὀργισθεῖσα ἡ Γῆ τοὺς Τιτᾶνας ἐγέννησεν· κούρους δ’ Οὐρανίωνας ἐγείνατο πότνια Γαῖα, οὓς δὴ καὶ Τιτῆνας ἐπίκλησιν καλέουσιν, οὕνεκα τεισάσθην μέγαν Οὐρανὸν ἀστερόεντα.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1:13
Cite as
Orphica, Fragmenta 13 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1:13