🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Orphica, Fragmenta 18

← the shelves · Orphica, Fragmenta · ← Orphica, Fragmenta 17a · Orphica, Fragmenta 19 →

Orphica, Fragmenta 18 Ancient Greek Orphica, Fragmenta
ἔρχομαι ἐκ κοθαρῶ〈ν〉 κοθαρὰ χθονί〈ων〉 βασίλεια, Εὐκλῆς, Εὐβουλεύς τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι· καὶ γὰρ ἐγὼν ὑμῶν γένος ὄλβιον εὔχομαι εἶμεν, ἀλλά με Μοῖρ(α) ἐδάμασσε καὶ ἀθάνατοι θεοὶ ἄλλοι 〈* * * 〉 καὶ ἀστεροβλῆτα κεραυνόν. κύκλου δ’ ἐξέπταν βαρυπενθέος ἀργαλέοιο ἱμερτοῦ δ’ ἐπέβαν στεφάνου ποσὶ καρπαλίμοισι, Δεσποίνας δ(ὲ) ὑπὸ κόλπον ἔδυν χθονίας βασιλείας. ὄλβιε καὶ μακαριστέ, θεὸς δ’ ἔσηι ἀντὶ βροτοῖο. ἔριφος ἐς γάλ’ ἔπετον.
No aligned translation on this shelf.
Cite as

Orphica, Fragmenta 18 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1:18