Corpus Hermeticum IX 4b
← the shelves · Corpus Hermeticum IX · ← Corpus Hermeticum IX 4a · Corpus Hermeticum IX 5 →
Corpus Hermeticum IX 4b Ancient Greek
Corpus Hermeticum IX
διὰ τοῦτο οἱ ἐν γνώσει ὄντες οὔτε τοῖς πολλοῖς ἀρέσκουσιν, οὔτε οἱ πολλοὶ αὐτοῖς· μεμηνέναι δὲ δοκοῦσι, καὶ γέλωτα ὀφλισκάνουσι, μισούμενοί τε καὶ καταφρονούμενοι, καὶ τάχα που καὶ φονευόμενοι. τὴν γὰρ κακίαν ἐνθάδε δεῖν οἰκεῖν εἶποΝ, ἐν τῷ ἑαυτῆς χωρίῳ οὖσαν· χωρίον γὰρ αὐτῆς ἡ γῆ, οὐχ ὁ κόσμος, ὡς ἔνιοί ποτε ἐροῦσι βλασφημοῦντες. ὁ μέντοι θεοσεβὴς πάντα ὑποστήσει ἀ⟨ντ⟩ισχόμενος τῆς γνώσεως. πάντα γὰρ τῷ τοιούτῳ, κἂν τοῖς ἄλλοις ⟨ᾖ⟩ [τὰ] κακά, ἀγαθά ἐστι· καὶ ἐπιβουλευόμενος πάντα ἀναφέρει εἰς τὴν γνῶσιν, καὶ τὰ κακὰ μόνος ἀγαθοποιεῖ.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg1286.tlg009.1st1K-grc1:4b
Cite as
Corpus Hermeticum IX 4b — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg009.1st1K-grc1:4b