🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Corpus Hermeticum XII 22

← the shelves · Corpus Hermeticum XII · ← Corpus Hermeticum XII 21 · Corpus Hermeticum XII 23a →

Corpus Hermeticum XII 22 Ancient Greek Corpus Hermeticum XII
—Ἐν τῇ ὕλῃ οὖν, ὦ πάτερ;—Ἡ γὰρ ὕλη, ὦ τέκνον, χωρὶς θεοῦ ⟨τί⟩ ἐστιν, ἵνα τόπον αὐτῇ ἀπομερίσῃς [τόπον]; τί δὲ [ουσ] ἂν ἢ σωρὸν αὐτὴν οἴει εἶναι, μὴ ἐνεργουμένην; εἰ δὲ ἐνεργεῖται, ὑπὸ τίνος ἐνεργεῖται; τὰς γὰρ ἐνεργείας ἔφαμεν εἶναι μέρη τοῦ θεοῦ. ὑπὸ τίνος οὖν ζωοποιεῖται τὰ πάντα ζῷα; ὑπὸ τίνος ἀθανατίεται τὰ ἀθάνατα; ὑπὸ τίνος μεταβάλλεται τὰ μεταβλητά; εἴτε δὲ ὕλην, εἴτε σῶμα, εἴτε οὐσίαν φῄς, ἴσθι καὶ ταύτας οὔϲας ἐνεργείας τοῦ θεοῦ· ⟨ὁ γὰρ θεὸς⟩ καὶ ⟨τῆς⟩ ὕλη⟨ς⟩ ἐνεργεῖ τὴν ὑλότητα, καὶ τῶν σωμάτων ⟨τὴν⟩ σωματότητα, καὶ ⟨τ⟩ῆ⟨ς⟩ οὐσία⟨ς⟩ τὴν οὐσιότητα. καὶ τοῦτο ἔστιν ὁ θεός, τὸ πᾶν·
No aligned translation on this shelf.
Cite as

Corpus Hermeticum XII 22 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg012.1st1K-grc1:22