🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Corpus Hermeticum XII 8

← the shelves · Corpus Hermeticum XII · ← Corpus Hermeticum XII 7 · Corpus Hermeticum XII 9 →

Corpus Hermeticum XII 8 Ancient Greek Corpus Hermeticum XII
[διὸ] καὶ τοῦ Ἀγαθοῦ Δαίμονος, ὦ τέκνον, ἐγὼ ἤκουσα λέγοντος ἃ εἰ καὶ [εἰ] ἐγγράφως ⟨ἐξ⟩εδεδώκει, πάνυ ἂν τὸ τῶν ἀνθρώπων γένος ὠφελήκει· ἐκεῖνος γὰρ μόνος, ὦ τέκνον, [[ἀληθῶς]] ὡς πρωτόγονος θεός, τὰ πάντα κατιδών, θείους ⟨⟨ἀληθῶς⟩⟩ λόγους ἐφθέγξατο. ἤκουσα γοῦν αὐτοῦ ποτε λέγοντος ὅτι ⎡ἕν ἐστι τὰ πάντα, καὶ μάλιστα νοητὰ σώματα· ζῶμεν δὲ δυνάμει καὶ ἐνεργείᾳ καὶ αἰῶνι. καὶ ὁ νοῦς τούτου ἀγαθός ἐστιν, ὅπερ ἐστὶν αὐτοῦ καὶ ψυχή· τούτου δὲ τοιούτου ὄντος, οὐδὲν διαστατὸν τῶν νοητῶν· ὡς οὖν δυνατὸν νοῦν, ἄρχοντα πάντων, καὶ ψυνχὴν ὄντα τοῦ θεοῦ, ποιεῖν ὅπερ βούλεται⎤.
No aligned translation on this shelf.
Cite as

Corpus Hermeticum XII 8 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg012.1st1K-grc1:8