🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Hermetica, Fragmenta 11.5

← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 11.4 · Hermetica, Fragmenta 12.1 →

Hermetica, Fragmenta 11.5 Ancient Greek Hermetica, Fragmenta
ἔχουσι δέ τι καὶ ἴδιον ἐν ἑαυτοῖς· τοὺς κακοὺς μᾶλλον παροξύνουσι πρὸς τὴν κακίαν. [διὸ χρὴ τοὺς πολλοὺς φυλάττεσθαι, ⟨ὡς⟩ μὴ νοοῦντας τῶν λεγομένων τὴν ἀρετήν.]—Πῶς εἶπας, ὦ πάτερ;—Οὕτως, ὦ τέκνον. [πᾶν] τὸ ζῷον ⟨τὸ⟩ τῶν ἀνθρώπων ἐπιρρεπέστερόν ἐστιν εἰς τὴν κακίαν· καὶ ⟨γὰρ⟩ ταύτῃ σύντροφον γίγνεται, διὸ καὶ ἥδεται αὐτῇ. τοῦτο δὲ τὸ ζῷον ἐὰν μάθῃ ὅτι γενητὸς ὁ κόσμος, καὶ ⟨ὅτι⟩ πάντα κατὰ [πρόνοιαν καὶ] ἀνάγκην γίνεται, εἱμαρμένης πάντων ἀρχούσης, οὕ⟨τω⟩ πολλῷ ἑαυτοῦ χεῖρον ἔσται, καταφρονῆσαΝ μὲν τοῦ παντὸς ὡς γενητοῦ, τὰς δὲ αἰτίας τοῦ κακοῦ τῇ εἱμαρμένῃ ἀναφέρον, οὐΔ᾽ ἀφέξεταί ποτε παντὸς ἔργου κακοῦ. διὸ φυλακτέον αὐτούς, ὅπως ἐν ἀγνοίᾳ ὄντες ἔλαττον ὦσι κακοὶ [φόβῳ τοῦ ἀδήλου].
No aligned translation on this shelf.
Cite as

Hermetica, Fragmenta 11.5 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:11.5