🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Hermetica, Fragmenta 15.2

← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 15.1 · Hermetica, Fragmenta 15.3 →

Hermetica, Fragmenta 15.2 Ancient Greek Hermetica, Fragmenta
καὶ ἡ φύσις, πάντα φύουσα τὰ γιγνόμενα, [φυὴν] ⟨μορφὴν⟩ παρέχει τοῖς φυομένοις, σπείρουσα μὲν ⟨εἰς ὕλην⟩ τὰ ἑαυτῆς σπέρματα [γένεσις], ἔχουσα δὲ ⟨τὴν⟩ ὕλην κινητήν. κινοιυμένη δὲ θερμαίνεται ⟨καὶ ψύχεται ἡ⟩ ⟨⟨ὕλη⟩⟩, καὶ γίγνεται [[ὕλη]] πῦρ καὶ ὕδωρ, τὸ μὲν σθεναρὸν καὶ ἰσχυρόν, ⟨τὸ δὲ ἀσθενές, καὶ τὸ μὲν ποιοῦν,⟩ τὸ δὲ πάσχον. τὸ δὲ πῦρ, ἐναντιούμενον τῷ ὕδατι, ἐξήρανε τοῦ ὔδατος, καὶ ἐγένετο ⟨ἡ γῆ⟩ [[ὀχουμένη ἐπὶ τοῦ ὕδατος]]. περιξηραινομένωΝ δὲ ⟨τούτων⟩, ἀτμὸς ἐγένετο ἐκ [τῶν τριῶν] τοῦ τε ὕδατος ⟨καὶ⟩ τῆς γῆς [καὶ τοῦ πυρός], καὶ ἐγένετο ἀήρ, ⟨⟨ὀχούμενοϲ ἐπὶ ⟨τῆς γῆς καὶ⟩ τοῦ ὕδατος.⟩⟩
No aligned translation on this shelf.
Cite as

Hermetica, Fragmenta 15.2 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:15.2