Hermetica, Fragmenta 23.17
← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 23.16 · Hermetica, Fragmenta 23.18 →
Hermetica, Fragmenta 23.17 Ancient Greek
Hermetica, Fragmenta
οὕτως δὴ [καὶ] ἐν τῇ περικαλλεῖ τοῦ αἰθέρος στὰς ⎡ει⎤, καὶ τὰς τῶν ἤδη ο᾽Υϲῶν ⟨ψυχῶν⟩ μεταπεμψάμενος φυλάς, Ὦ[ς] ⟨⟨ψυχαί⟩⟩, φησ⟨ί⟩, [πνεύματος ἐμοῦ καὶ] μερίμνης ἐμῆς [[ψυχαὶ]] καλὰ τέκνα, ἃ ταῖς ἐμαυτοῦ μαιωσάμενος χερσὶν ἤδη ⟨ἐν⟩ τῷ μ⟨έσ⟩ῳ καθιΔρ⟨ύ⟩ω κόσμῳ, [λόγων ἐμῶν ὡς] νόμων τούτων ἐπακούσατε, καὶ τόπου μηδενὸς ἄλλου θίγητε πλὴν τοῦ διαταγέντος ὑμῖν ὑπὸ τῆς ἐμῆς γνώμης. εὐσταθησάσαις μὲν οὖν ὑμῖν οὐρανὸς [τε καὶ μένει πάλιν] ὁ μιcθός, καὶ [ὁ διαταγεὶς] ⟨κατ⟩αστερισμός, θρόνοι τε ἀρετῆς πεπληρωμένοι· εἰ δέ τι νεώτερον παρὰ τἀμὰ πράξητε βουλεύματα, ἱερὸν [ὑμῖν] ὀμνύω [πνεῦμα καὶ] κρᾶμα τοῦτ᾽ ἀφ᾽ οὗπερ ὑμᾶς ἐγέννησα, ψυχοποιούς τε ταύτας μου τὰς χεῖρας, ὡς οὐκ εἰς μακρὰν δεσμοὺς καὶ κολάσεις ὑμῖν τεχνιτεύσω.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:23.17
Cite as
Hermetica, Fragmenta 23.17 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:23.17