Hermetica, Fragmenta 23.22
← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 23.21 · Hermetica, Fragmenta 23.23 →
Hermetica, Fragmenta 23.22 Ancient Greek
Hermetica, Fragmenta
—Τί οὖν, ὦ τεκοῦσα, ἐποίησαν αἱ ψυχαί;—καὶ εἶπεν Ἶσις· Τὸ κεκερασμένον, ὦ τέκνον Ὧρε, [τῆς ὕλης] λαβο῀Υϲαι κατενόουν πρῶτον [καὶ τὸ τοῦ πατρὸς προσεκύνουν κρᾶμα], καὶ ὁπόθεν ἦ⟨ν⟩ συμπεπλεγμένον ἐπεζήτουν· τὸ δὲ ἦν αὐταῖς οὐκ εὔπορον ἐπιγνῶναι. ἔνθεν δὴ καὶ ὅτι ἐπεήτησαν ἐφοβοῦντο μὴ τῷ τοῦ πατρὸς ὑποπέσωσι χόλῳ· καὶ ἐπὶ τὸ πράττειν τὰ προσταχθέντα ἐτράπησαν.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:23.22
Cite as
Hermetica, Fragmenta 23.22 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:23.22