Hermetica, Fragmenta 23.27
← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 23.26 · Hermetica, Fragmenta 23.28 →
Hermetica, Fragmenta 23.27 Ancient Greek
Hermetica, Fragmenta
⟨... εἶπεν ὁ θεός·⟩ Ἄχρι ποῦ στυγνὴ φύσις ἡ τῶν ὑποκειμένων ὁρᾶται; ἄχρι πότε τὰ ἤδη γεγονότα [ἀργὰ] μένει [καὶ] ἀνεγκωμίαστα; ἀλλ᾽ ἄγε δή μοι τοὺς ἐν οὐρανῷ θεοὺς ⟨κάλεσον⟩ πάντας ἤδη [εἶπεν ὁ θεός, ὦ τέκνον, ὥς φησιν Ἑρμῆς]. οἱ δὲ ⟨ὡς⟩ ἦλθον πρὸς ⟨τὸ⟩ ἐπίταγμα, Ἀπίδετε εἶπεν εἰς τὴν γῆν καὶ πάντα τὰ χαμαί· ⟨....⟩ οἱ δὲ ἐν τάχει [καὶ εἶδον καὶ] ἐνόησαν ἃ ἐβούλετο ⟨ὁ⟩ δυνάστης, καὶ εἰπόντι ὑπὲρ τῆς τῶν ἀνθρώπων γενέσεως συνέθεντο.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:23.27
Cite as
Hermetica, Fragmenta 23.27 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:23.27