🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Hermetica, Fragmenta 23.30

← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 23.29 · Hermetica, Fragmenta 23.31 →

Hermetica, Fragmenta 23.30 Ancient Greek Hermetica, Fragmenta
⟨...⟩ ἐγὼ δέ, φησὶν Ἑρμῆς, ἐπεζήτουν ὕλην, τίνι δέον ἐστὶ χρήσασθαι. καὶ παρεκάλουν τὸν μόναρχον· ὁ δὲ ταῖς ψυχαῖς προσέταξε τοῦ κράματος τὸ λείψανον δοῦναι. καὶ λαβὼν εὗρον αὐτὸ παντελῶς ξηρόν. ἔνθεν πολλῷ [πλείονι τοῦ δέοντος] ἐχρησάμην ⟨εἰς⟩ κατάμιξιν ὕδατι, ⟨οὕτ⟩ως ⟨δὲ⟩ τὴν τῆς ὕλης σύστασιν νεαροποιήσας[θαι] [ὡς ἔκλυτον παντάπασιν καὶ ἀσθενὲς καὶ ἀδύνατον τὸ πλασσόμενον εἶναι] [ὡς μὴ πρὸς τῷ συνετὸν εἶναι ἔτι καὶ δυνάμεως ᾖ πεπληραωμένον] ἔπλασα· καὶ καλὸν ὑπῆρχέ ⟨⟨μου τὸ ἔργον⟩⟩, καὶ ἐτερπόμην βλέπων [[μου τὸ ἔργον]]. καὶ [κάτωθεν] ἐπεκαλεσάμην τὸν μόναρχον θεωρῆσαι· ὁ δὲ καὶ εἶδε καὶ ἐχάρη, καὶ τὰς ψυχὰς ἐκέλευσεν ἐνσωματισθῆναι.
No aligned translation on this shelf.
Cite as

Hermetica, Fragmenta 23.30 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:23.30