Hermetica, Fragmenta 23.39
← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 23.38 · Hermetica, Fragmenta 23.40 →
Hermetica, Fragmenta 23.39 Ancient Greek
Hermetica, Fragmenta
⟨⟨ἀλλ᾽ οὐκ [δὲ] εἰκῆ καὶ ὡς ἔτυχεν ἐνομοθέτησα τὰς Μεταβολὰς ὑμῶν· ἀλλ᾽ ὡς ἐπὶ τὸ χεῖρον ⟨...⟩ εἴ τι [δια]πράξετε ἄσχημον, οὕτως ἐπὶ τὸ βέλτιον, εἴ τι βουλεύ⟨σ⟩εσθε τῆς ἑαυτῶν γενέσεως ἄξιον. ἐγὼ γὰρ [καὶ οὔτις ἕτερος] ἐπόπτης αὐτὸς [καὶ ἐπίσκοπος] ἔσομαι·⟩⟩ κἂν μὲν ᾞ ὑμῶν μέτρια τὰ αἰτιάματα, τὸν ἐπίκηρον τῶν σαρκῶν [συν]δεσμὸν καταλιποῦσαι πάλιν ἀστένακτοι τὸν ἑαυτῶν ⎡οὐρανὸν⎤ ἀσπάσεσθε· εἰ δ’ ἄρα τινῶν μειζόνων ἁμαρτημάτων ἔσεσθε ⎡ποιητικαί⎤, [οὐ μετὰ τέλους καθήκοντος] τῶν πλασμάτων προελθοῦσαι ⎡οὐρανὸν⎤ μὲν οὐκέτι οἰκήσετε, οὐδ᾽ αὖ σώματα ἀνθρώπων, ⟨εἰς⟩ ζῷα δ᾽ ἄλογα μετα⟨βᾶσαι, χαμαὶ⟩ πλανώμεναι ⟨τὸ⟩ λοιπὸν διατελέσετε.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:23.39
Cite as
Hermetica, Fragmenta 23.39 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:23.39