Hermetica, Fragmenta 23.42
← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 23.41 · Hermetica, Fragmenta 23.43 →
Hermetica, Fragmenta 23.42 Ancient Greek
Hermetica, Fragmenta
⟨...⟩ εἰς μὲν ἀνθρώπους, βασιλεῖς δίκαιοι, φιλόσοφοι γνήσιοι, κτίσται καὶ νομοθέται, μάντεις [οἱ] ἀληθεῖς, [ῥιζοτόμοι γνήσιοι], ἄριστοι προφῆται θεῶν, μουσικοὶ ἔμπειροι, ἀστρονόμοι νοεροί, οἰωνοσκόποι σαφεῖς, ἀκριβεῖς θύται, καὶ ὁπόσοι ἔς τι καλῶν κἀγαθῶν ἄξιοι. εἶς δὲ πτηνά, ἀετοί, διότι οὐδὲν ⟨οὗτοι⟩ τῶν ὁμογενῶν οὔτε ⎡ἐκβοήσουσιν⎤ οὔτε θοιν[ησ]ῶνται, ἀλλ᾽ οὐδὲ [πλησίον τούτων] ζῷον ἕτερον ἀσθενέστερόν τι αὑτῶΝ ἀδικεῖν ⎡ἀφεθήσεται⎤· ἐνδικωτάτΗ γὰρ ἡ τῶν ἀετῶν φύσις [μετελεύσεται]. εἰς δὲ τετράποδα, λέοντες· ἰσχυρὸν γὰρ τὸ ζῷον, [καὶ φύσεως ἔτυχεν ἀκοιμήτου τρόπῳ τινι,] καὶ φθαρτῷ σώματι τὴν ἀθάνατον γυμναζόμενον φύσιν· οὔτε γὰρ κάμνοΥσιν οὔτε κοιμῶνται. εἰς δὲ ἑρπετά, δράκοντες, δυνατὸν ὅτι τὸ ζῷον, καὶ μακρόβιον, ἄκακόν τε, καὶ φιλάνθρωπον οὕτως ⟨ὥσ⟩τε ⟨ἐνί⟩ουϲ καὶ τιθασεύεϲθαι, καὶ ἰὸν οὐκ ἔχει, ⟨ν⟩εάΖει δὲ καὶ γηράσαν, καθάπερ φύσις ἡ θεῶν. ἐν δὲ νήχουσι, δελφῖνες· συμπαθ[ησ]οῦσι γὰρ [καὶ] τοῖς εἰς πέλαγος ἐμπίπτουσιν οὗτοι, καὶ το⟨ὺς⟩ μὲν ἐμπνο῀Υϲ διακομί⟨ζ⟩ουσιν εἰς γῆν, τῶν δὲ τελευτησάντων οὐδ᾽ ὅλως ποτε ἅπτονται, καίτοι φιλοβ⟨ο⟩ρωτάτου πάντων ὄΝΤΟϹ τοῦ τῶν ἐνύδρων γένους. τοσαῦτα ὁ θεὸς εἰπὼν ἀόρατος [νοῦς] γίγνεται.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:23.42
Cite as
Hermetica, Fragmenta 23.42 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:23.42