Hermetica, Fragmenta 23.46
← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 23.45 · Hermetica, Fragmenta 23.47 →
Hermetica, Fragmenta 23.46 Ancient Greek
Hermetica, Fragmenta
μηδὲν οὖν ἐμπόδιον ἔχωσιν οὗτοι, ἀλλὰ [τῷ τῆς ἀληθείας ἀγαθῷ μυηθῶσι καὶ] τοῖς χαλεποῖς μὴ βιασθέντες τοῦ φόβου κέντροις ἀμερίμνῳ βίῳ ⟨ἐν⟩τρυφήσωσιν; [[εἶτα οὐ καὶ μέχρις οὐρανοῦ περίεργον ὁπλισθήσεται τόλμαν; οὗτοι οὐκ ἀμερίμνους ἐκτενοῦσιν ἐπεὶ καὶ τὰ στοιχεῖα τὰς ψυχὰς αὐτῶν;]] δίδαξον ἐντεῦθεν ⎡ἐρᾶν τοῦ τί βουλεύεσθαι⎤ ⟨...⟩ [ἵνα ἔχωσι καὶ τῆς ἀποτυχίας τὸ χαλεπὸν φοβηθῆναι,] ἵνα τῷ τῆς λύπης δακνηρῷ δαμασθῶσι, τῶν ἐλπιζομένων ἀποτυχόντες. χρεωκοπείσθω [πῶν ψυχῶν] αὐτῶν τὸ περίεργον [ἐπιθυμίαις καὶ φόβοις καὶ λύπαις καὶ ἐλπίσι πλάνοις]. ἐπάλληλοι τὰς ψυχὰς αὐτῶν [ἔρωτες] νεμέσθωσαν ἐλπίδες ποικίλαι [ἐπιθυμίαι], ποτὲ μὲν ἐπιτυγχάνουσαι, ποτὲ δὲ ἀτευκτοῦσαι, ἵνα αὐτοῖς καὶ ⟨τὸ⟩ τῆς ἐπιτυχίας ἡδὺ δέλεαρ ᾖ εἰς ἄθλησιν τελειοτέρων κακῶν. ⎡βαρείτω πυρετὸς αὐτούς, ἵνα, ἐκκακήσαντες κολάσωσι τὴν ἐπιθυμίαν.⎤
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:23.46
Cite as
Hermetica, Fragmenta 23.46 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:23.46