Hermetica, Fragmenta 23.48
← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 23.47 · Hermetica, Fragmenta 23.49 →
Hermetica, Fragmenta 23.48 Ancient Greek
Hermetica, Fragmenta
ἐτέρπετο Μώμου ταῦτα λέγοντος Ἑρμῆς· ἐλέγετο γὰρ οἰκείως αὐτῷ τὰ εἰρημένα. [[καὶ ταῦτα ἔπραττεν ὅσα περ εἰρήκει]] [λέγων] ⟨Ὦ⟩ Μῶμε, ⟨ἔφη,⟩ [ἀλλ᾽ οὐκέτ᾽ ἀργὴ γενήσεται [πνεύματος θείου] φύσις ἡ τοῦ περιέχοντος.] [εἶπε γὰρ εἶναί με ταμίαν καὶ προνοητὴν ὁ τῶν συμπάντων δεσπότης.] [[ἐποπτετῆρα τοίνυν τὰ γῆς ἔσται τῶν ὅλων ὀξυδερκὴς θεὸς Ἀδράστεια.]] ⟨...⟩ καί τι κρυπτὸν ὄργανον ἐγὼ τεχνάσομαι, ἀπλανοῦς καὶ ἀπαραβάτου ⎡θεωρίας⎤ ἐχόμενον, ᾦ [τὰ ἐπὶ γῆς] ἀναγκαίως δουλαγωγηθήσεται πάντα τὰ ⟨τῶν ἀνθρώπων⟩ ἀπὸ γενέσεως ἄχρι φθορᾶς ἐσχάτης [[ἔχον τὴν ἀποτελουμέναων πῆξιν]]· πεισθήσεται δὲ τῷ ὀργάνῳ τούτῳ καὶ τὰ ἐπὶ γῆς ἄλλα πάντα. εἶπεν Ἑρμῆς [ἐγὼ δὲ] ταῦτα τῷ Μώμῳ, ⟨⟨καὶ [ταῦτα] ἔπραττεν ὅσα περ εἰρήκει.⟩⟩ καὶ ἤδη τὸ ὄργανον ἐκινεῖτο· ⟨⟨ἐπόπτε⟨ι⟩[τη]ρα [τοίνυν τὰ γῆς] ⟨δ᾽ ἐπ⟩έστΗ τῶν ὅλων ὀξυδερκὴς θεὸς Ἀδράστεια,⟩⟩ ⟨⟨ἕχοΥ⟨σα⟩ τὴν ⟨τῶν⟩ ἀποτελουμένων πῆξιν.⟩⟩
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:23.48
Cite as
Hermetica, Fragmenta 23.48 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:23.48