🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Hermetica, Fragmenta 23.50x

← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 23.8 · Hermetica, Fragmenta 23.11x →

Hermetica, Fragmenta 23.50x Ancient Greek Hermetica, Fragmenta
⟨...⟩ ⟨⟨[πάλιν] ὁ μόναρχος σύγκλητον τῶν θεῶν ἐποίησε συνέδριον. καὶ οἱ θεοὶ παρῆσαν· καὶ [πάλιν] αὐτὸς [ταῦτα] οὕτως ἐφώνησε, Θεοί λέγων, ὅσοι ⎡τῆς κορυφαίας⎤, ὅσοι καὶ ἀφθάρτου φύσεως τετεύχατε, οἳ τὸν μέγαν αἰῶνα διέπειν ἐς ἀεὶ κεκλήρωσθε, οἳ [ς αὐτὰ] ἑαυτοῖς ἀντιπαραδιδόντε⟨ς⟩ οὐδέποτε κοπιάσετ⟨ε⟩ τὰ σύμπαντα, μέχρι πότε [[τῆς]] ἀνεπίγναωστοι ταύτης δεσπόσομεν ⟨⟨τῆς⟩⟩ ἡγεμονίας; μέχρι πότε [ἀθεώρητα γενήσεται ταῦτα ἡλίῳ καὶ σελήνῃ] [[ἕκαστος ἡμῶν ἐφ᾽ ἑαυτῷ γεννάτω]] ⟨⟨ἀργὴν⟩⟩ ⟨κ⟩αταλείψομεν [τῷ δύνασθαι] τὴν [ἔτι] [[ἀργὴν]] σύστασιν ταύτην; ἄπιστος τοῖς μεταγενεστέροις μῦθος δῊ δοξάτω ⟨τὸ⟩ χάος εἶναι. ἔργων ἅπτεσθε μεγάλων. ⟨⟨ἕκαστος Ὑμῶν ἐφ’ ἑαυτῷ ⟨τι⟩ γεννάτω·⟩⟩ ἐγὼ δ᾽ αὐτὸς ἄρξομαι πρῶτος. εἶπε, καὶ εὐθέως [κοσμικῶς] τῆς ἔτι ⎡μελαίνης⎤ ἑνώσεως διάστασις ἐγένετο· καὶ⟩⟩ ⟨....⟩
No aligned translation on this shelf.
Cite as

Hermetica, Fragmenta 23.50x — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:23.50x