🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Hermetica, Fragmenta 23.56

← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 23.55 · Hermetica, Fragmenta 23.57 →

Hermetica, Fragmenta 23.56 Ancient Greek Hermetica, Fragmenta
ἀνάΔειΖον ἤδη σεαυτὸν χρῃματιζοντι τῷ κόσμῳ, καὶ τοῦ βίου τὸ ἄγριον λῦ[η]σον. [[εἰρήνῃ χάρισο νόμους τῷ βίῳ. χάρισαι νυκτὶ χρησμούς. πλήρωσον καλῶν ἐλπίδων πάντα.]] φοβείσθωσαν ἄνθρωποι τὴν ἀπὸ θεῶν ἐκδικίαν, καὶ οὐδεὶς ἁΜαρτήσει. [ἐπαξίους ἁμαρτημάτων μισθοὺς ἂν ἀπολάβωσι⟨ν οἱ ἁμαρτόντες⟩, φυλάξονται οἱ λοιποὶ τὸ ἀδικεῖν.] [φοβηθήσονται ὅρκους, καὶ οὐδὲ εἷς ἔτι ἀνόσιον φρονήσει.] ⟨⟨εἰρήνηΝ χαρισάΜΕΝος τῷ βίῳ [χάρισαι νυκτὶ χρησμούς] πλήρωσον καλῶν ἐλπίδων πάντα·⟩⟩ ⟨καὶ⟩ μαθέτωσαν εὐεργετηθέντες εὐχαριστῆσαι, ἵνα [χαῖρον] [παρὰ λοιβαῖς] παρὰ θυσίαις ὑπηρετ⟨οῦν⟩ ἐΓὼ τὸ πῦρ [ἵν᾽] εὐώδεις ἀτμοὺς ἀπ᾽ ἐσχάρας προπέμψω σοι. [[μαίνομαι γάρ, ὦ δέσποτα, μέχρι νῦν, καὶ ὑπὸ τῆς τῶν γενομένων ἀνθρώπων ἀθέου τόλμης σάρκας ἀναγκάζομαι τήκειν.]] [[οὐκ ἐῶσί τε μένειν εἰς ὃ πέφυκα, παραχααράσσοντες οὐ καθηκόντως τὸ ἄφθαρτον.]]
No aligned translation on this shelf.
Cite as

Hermetica, Fragmenta 23.56 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:23.56