Hermetica, Fragmenta 23.59
← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 23.58 · Hermetica, Fragmenta 23.60 →
Hermetica, Fragmenta 23.59 Ancient Greek
Hermetica, Fragmenta
γῆ παρῆν περίλυπος ἑξῆς, καὶ ⎡τάξομαι τῆς ἀπὸ τῶν 25 λόγων⎤, ὦ παῖ μεγαλόδοξε, οὕτως λέγειν ἤρξατο· Βασιλεῦ καὶ ⟨⟨πάτερ⟩⟩, τῶν οὐρανίων πρύτανι [καὶ δέσποτα] ἁψίδων, ⟨καὶ⟩ στοιχείων ἡμῶν ἡγεμὼν [[πάτερ]] τῶν σοι παρεστώτων, ἐξ ὧν [αὐξήσεως καὶ μειώσεως] ἀρχὴν ἔχει τὰ πάντα, εἰς ἃ καὶ πάλιν καταλήγοντα ἀναγκαίως ὀφειλόμενον τέλος ἔχει· [ἀλόγιστος, ὦ πολυτίμητε, καὶ ἄθεος] [[ἀπ’ ἀνθρώπων ἐπ᾽ ἐμὲ χορὸς ἔπεστι]] [χωρῶ δ᾽ ἐγὼ καὶ φύσιν πάντων] ⟨⟨στοιχείων τιμιωτέραν τῶν ἄλλων τὴν γῆν [μετ]ἐποίησαϲ·⟩⟩ αὐτὴ γάρ, ὡς σὺ προσέταξας, καὶ φέρω πάντα καὶ [τὰ φονευθέντα] δέχομαι. ἀτιμοῦμαι δὲ ἤδη·
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:23.59
Cite as
Hermetica, Fragmenta 23.59 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:23.59