Hermetica, Fragmenta 23.67
← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 23.66 · Hermetica, Fragmenta 23.68 →
Hermetica, Fragmenta 23.67 Ancient Greek
Hermetica, Fragmenta
[οὗτοι πρῶτοι δείξαντες δικαστήρια] [[ εὐνομίας τὰ σύμπαντα καὶ δικαιοσύνης ἐπλήρωσαν.]] οὗτοι, δεξιᾶς καὶ πίστεως ἀρχηγέτΗΝ [γενόμενοι καὶ] τὸν μέγιστον θεὸν Ὅρκον εἰσαγαγόντε⟨ς⟩ εἰς τὸν βίον, ⟨⟨εὐνομίας τὰ σύμπαντα καὶ δικαιοσύνης ἐπλήρωσαν.⟩⟩ οὗτοι, ⟨⟨τὸ φθόριμον τῶν σωμάτων ἐπιγνόντες,⟩⟩ τοὺς παυσαμένους τοῦ ζῆν ὡς δέον ἐστὶ[ν] [[ἐδίδαξαν]] περιστέλλειν ⟨⟨ἐδίδαξαν⟩⟩· οὗτοι, τὸ τοῦ θανάτου ζητήσαντες αἴτιον, ἔγνωσον ὡς τοῦ ἔξωθεν ⟨⟨εἰς τὰ τῶν ἀνθρώπων πλάσματα⟩⟩ ⟨εἰσελθόντος⟩ πνεύματος φιλυποστρόφου τυγχάνοντος [[εἰς τὰ τῶν ἀνθρώπων πλάσματα]] ⎡ἐὰν ὑστερήσῃ ποτέ, ἀνάκτησιν οὑκ ἔχουσαν ἐργάζεται λ[ε]ιποθυμίας.⎤ οὗτοι, τὸ περιέχον ὃτι δαιμόνων ἐπληρώθη παρὰ Ἑρμοῦ μαθόντες, ⟨... ἐν⟩ κρυπταῖς στήλαις ἐχάραξαν.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:23.67
Cite as
Hermetica, Fragmenta 23.67 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:23.67