🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Hermetica, Fragmenta 24.14

← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 24.13 · Hermetica, Fragmenta 24.15 →

Hermetica, Fragmenta 24.14 Ancient Greek Hermetica, Fragmenta
ἄλλως τε, ὁ μὲν νότος, ὦ παῖ, δεκτικὸς ὢν τῶν ἐκ τοῦ περιέχοντος συνισταμένων νεφῶν, ⟨...⟩. αὐτίκα γοῦν καὶ διὰ τὴν οὕτως αὐτῶν γενομένων ἐκεῖ⟨σε⟩ [κ] ἀΝακομιδὴν ἐκεῖθεν ῥεῖν λέγουσιν καὶ τὸν ἡμέτερον πο⟨ταμόν⟩, λυομένης ἐκεῖ τῆς ⎡πάχνης⎤. ὅπου δ᾽ ἂν ἐμπέσῃ νεφέλη, τὸν Ὑποκείμενον ἤχλυσεν ἀέρα, καὶ τρόπον τινὰ καπνοῦ κατέπλΗσε· καπνὸς δὲ ἢ ἀχλὺς οὐ μόνον ὀΜμάτων ἐστὶν ἐμπόδιον, ἀλλὰ καὶ νοῦ. ὁ δὲ ἀπηλιώτης, ὦ μεγαλόδοξε Ὧρε, τῇ σύνεΓΓΥϹ τοῦ ἡλίου ἀνατολῇ θορυβούμενος καὶ ἐκθερμαινόμενος, ὁμοίως δὲ καὶ ὁ ἀντικείμενος τούτῳ λίψ μετέχων τῶν αὐτῶν κατὰ δυσμάς, ⟨οὐκ⟩ [οὐδεμίαν] εἰλικρινῆ ⟨τὴν⟩ [ἐπι] σΎΝεσιν ποιοῦϲι τῶν παρ᾽ αὐτοῖς γεννωμένων ἀνθρώπων· ὁ δὲ βορέας τῇ συμφάτῳ ψυχρίᾳ ἀποπήσσει μετὰ τῶν· σωμάτων καὶ τὸν νοῦν τῶν ὑπ᾽ αὐτὸν ἀνθρώπων.
No aligned translation on this shelf.
Cite as

Hermetica, Fragmenta 24.14 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:24.14