🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Hermetica, Fragmenta 25.3

← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 25.2 · Hermetica, Fragmenta 25.4 →

Hermetica, Fragmenta 25.3 Ancient Greek Hermetica, Fragmenta
ἀλλ᾽ ὧδε γὰρ ἐρεῖ ⟨τις, ὡς δὴ⟩ [λόγος ἐμός] [Ποῦ τῶν σωμάτων ἀπολυθεῖσαι διατρίβουσιν αἱ ψυχαί] [οὐ γάρ, ὦ θαυμαστὲ καὶ μεγάλου πατρὸς Ὀσίρεως μέγα τέκνον] [[ἀκρίτως]] [καὶ ὁρμηδὸν] τῶν σωμάτων προελθοῦσαι εἰς ἀέρα ἀναχύνονται [τε] ⟨⟨ἀκρίτως⟩⟩ καὶ διασκεδάννυνται μετὰ τοῦ ἄλλου ἀπείρου πνεύματος· εἶτα οὐκέτι δύνασθαι πάλιν τὰς αὐτὰς οὔσας εἰς ⟨⟨ἄλλα⟩⟩ σώματα παλινδρομῆσαι, [[ἀλλὰ]] ο᾽Υδὲ εἰς ἐκεῖνον ἔτι τὸν χῶρον [εἶναι], ὅθεν ἦλθον τὸ πρότερον, ἀναστρέφειν, καθάπερ οὐδὲ τὸ ⎡λαμβανόμενον ἐκ τῶν κάτω ἀγγείων⎤ ὕδωρ εἰς τοὺς αὐτοὺς τόπους ὅθεν ἐλήφθη ⎡ἐπέχειν⎤ ἐστὶ δυνατόν, [ἀλλ᾽ οὐδ᾽ ⎡αὐτὸ παραυτίκα λαμβανόμενον καὶ χεόμενον τὴν ἰδίαν λαμβάνει χώραν⎤, πλὴν ἀναμίγνυται τῷ παντὶ τοῦ ὕδατος χύματι.
No aligned translation on this shelf.
Cite as

Hermetica, Fragmenta 25.3 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:25.3