🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Hermetica, Fragmenta 26.25

← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 26.24 · Hermetica, Fragmenta 26.26 →

Hermetica, Fragmenta 26.25 Ancient Greek Hermetica, Fragmenta
καὶ ἔτι ⟨τόδε⟩, ὦ παῖ περιπόθητε, λέγω, ὅτι [ἐκ ταύτης τῆς οὕτω συστάσεως] [ἡ κατὰ τὴν πρώτην σύνοδον γενομένη κρᾶσις καὶ ὁ ἐκ ταύτης ἀναθυμιώμενος ἀτμός] ἐφ᾽ ὅσον ⟨μὲν τὸ φύραμα⟩ τὴν ἰδίαν τηρεῖ ποιότητα, ὥστε τὸ μὲν [θερμὸν] ⟨πῦρ⟩ ἕτερον μὴ λαβεῖν θερμόν, [καὶ] ⟨μηδὲ⟩ τὸ [[ἀερῶδες]] πνεῦμα ἕτερον ⟨⟨ἀερῶδες⟩⟩, μηδὲ τὸ ὑγρὸν ἑτέραν ὙΓρασίαν, μηδὲ τὸ γεῶδες ἑτέραν πυκνότητα, τὸ τηνικαῦτα τὸ ζῷον ὑγιαίνει· ἐπὰν [γὰρ] ⟨δὲ⟩ μὴ οὕτως μένῃ, ὦ τέκνον, ἐφ᾽ οἷς ἔσχεν ἐξ ἀρχῆς μέτροις, ἀλλ᾽ ἤτοι πλεονάσῃ τούτω⟨ν τι ἢ ἐλαττωθῇ⟩, οὐκ ⎡ἐνεργείᾳ [λ] λέγω τὴν περιοχήν⎤, οὐδὲ τῇ κατ᾽ αὔξησιν γινομένῃ μεταβολῇ [τοῦ γένους καὶ] τῶν σωμάτων, ἀλλὰ τῇ [ὡς προέφημεν] συστατικῇ τῶν στοιχείων κράσει, ὥστε τὸ μὲν θερμὸν ἐπὶ πλέον αὐξηθῆναι ἢ [ἐπὶ πλέον] ἐλαττωθῆναι, τὰ δὲ ἄλλα ὁμοίως, ⟨τὸ⟩ τηνικαῦτα [οὕτως] νο⟨σ⟩εῖ τὸ ζῷον.
No aligned translation on this shelf.
Cite as

Hermetica, Fragmenta 26.25 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:26.25