🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Hermetica, Fragmenta 26.5

← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 26.4 · Hermetica, Fragmenta 26.6 →

Hermetica, Fragmenta 26.5 Ancient Greek Hermetica, Fragmenta
⟨...⟩ οὐ γὰρ ἀσκόπως πτηνὰ μὲν ἐπτίλωσε⟨ν ἡ φύσις⟩, [[λογικὰ δὲ περισσαῖς καὶ ἀκριβεστέραις αἰσθήσεσιν ἐκόσμησε,]] τετραπόδων Δὲ τὰ μὲν κέρασι, τὰ δὲ ὀδοῦσι, τὰ δὲ ὄνυξι καὶ ὁπλα⟨ί⟩ς ἐκαρτέρωσε. τὰ δὲ ἑρπετὰ ⎡εὐχαίτοις⎤ σώμασι καὶ [εὐ]ὑποχωρητ⟨ικ⟩οῖς ἐμαλάκυνε, καὶ ὅπως μὴ τ῀ιΗ τοῦ σώματος ὑγρότητ⟨ι⟩ τέλεον ἀσθενῆ ⎡διαμένῃ⎤, ὦν μὲν τὰ στόματα [καὶ τοῖς] ὀδοῦσιν ἐχαράκωσεν, ὧν δὲ τοὺς ὄγκους α᾽ΥξΉϲασ⟨α⟩ δύναμιν περιέθηκεν. [οὕτως τὰ μὲν τῇ τοῦ θανάτου εὐλαβείᾳ ⟨...⟩ ἰσχυρότερα τῶν ἄλλων.] τὰ δὲ νηκτά, δειλὰ ὄντα, ἐνοικεῖν ἔδωκε στοιχείῳ ἐν ᾧ τὸ [φῶς] ⟨πῦρ⟩ οὐδετέραν ὧν ἔχει δυνάμεων ἐνεργεῖν ἰσχύει· ⟨ἐν⟩ γὰρ ὕδατι τὸ πῦρ οὔτε φαίνει οὔτε καίει· ἕκαστον δὲ αὐτῶν [ἢ φολίσιν ἢ ἀκάνθαις] ἐν ὕδατι νηχόμενον φεύγει ὅπῃ ἂν θέλῃ, τὴν ἰδίαν περιβεβλημένον δειλίαν, καὶ σκεπαστήριον ἔχον εἰς τὸ μὴ ὁρᾶσθαι τὸ ὕδωρ. ⟨⟨λογικὰ δὲ περισσαῖς καὶ ἀκριβεστέραις αἰσθήσεσιν ἐκόσμησε,⟩⟩ ⟨...⟩.
No aligned translation on this shelf.
Cite as

Hermetica, Fragmenta 26.5 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:26.5