🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Hermetica, Fragmenta 2a.16x

← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 2a.10 · Hermetica, Fragmenta 2a.18x →

Hermetica, Fragmenta 2a.16x Ancient Greek Hermetica, Fragmenta
⟨⟨[τὸ δὲ ψεῦδος, ὦ τέκνον, φθείρεται.] πάντα δὲ τὰ ἐπὶ γῆς φθορὰ κατέλαβε [καὶ ἐμπεριέχει καὶ ἐμπεριέξει ἡ τοῦ ἀληθοῦς πρόνοια]· χωρὶς γὰρ φθορᾶς οὐδὲ γένεσις δύναται ⎡συστῆναι⎤. [πάσῃ δὲ γενέσει φθορὰ ἕπεται, ἵνα πάλιν γένηται ⟨πάντα⟩.] τὰ γὰρ γιγνόμενα ἐκ τῶν φθειρομένων ἀνάγκη γίγνεσθαι· φθείρεσθαι δὲ τὰ γιγνόμενα ἀνάγκη, ἵνα μὴ στῇ ἡ γένεσις [τῶν ὄντων]. [πρῶτον τοῦτον δημιουργὸν γνώριζε] [εἰς τὴν γένεσιν τῶν ὄντων.] τὰ οὖν ἐκ φθορᾶς γινόμενα ψευδῆ ἂν εἴη, ὡς ποτὲ μὲν ἄλλα ποτὲ δὲ ἄλλα γινόμενα. τὰ γὰρ αὐτὰ ⟨πάλιν⟩ γίνεσθαι ⟨ἀ⟩δύνατον· τὸ δὲ μὴ ⟨τ⟩αὐτὸ ⟨ὂν⟩ πῶς ἂν ἀληθὲς εἴη;⟩⟩
No aligned translation on this shelf.
Cite as

Hermetica, Fragmenta 2a.16x — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:2a.16x