Hermetica, Fragmenta 2a.4
← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 2a.3 · Hermetica, Fragmenta 2a.5 →
Hermetica, Fragmenta 2a.4 Ancient Greek
Hermetica, Fragmenta
ὅταν δ᾽ ἄνωθεν τὴν ἐπίρροιαν ἔχῃ ἡ φαντασία, τῆς ἀληθείας γίγνεται μίμησις. χωρὶς δὲ τῆς ἄνωθεν ἐνεργείας, ψεῦδος καταλείπεται· καθάπερ καὶ ἡ εἰκὼν [[τὸ [[μὲν]] σῶμα]] ⟨ἡ ἐν⟩ τ῀ιΗ γραφ῀ιΗ δείκνυσι ⟨⟨μὲν⟩⟩ [[αὐτὴ δὲ οὐκ ἔστι σῶμα]] κατὰ [τὴν] φαντασίαν ⟨⟨τὸ σῶμα⟩⟩ τοῦ ὁρωμένου, ⟨⟨αὐτὴ δὲ οὐκ ἔστι σῶμα.⟩⟩ καὶ ὀφθαλμοὺς μὲν ὁρᾶται ἔχουσα, βλέπει δὲ οὐδέν· ⟨καὶ ὦτα,⟩ ἀκούει δὲ οὐδὲν ὅλῶς· καὶ τὰ ἄλλα πάντα ἔχει μὲν ἡ γραφή, ψευδῆ δέ [ἐστι], τὰς τῶν ὁρώντων ὄψεις ἐξαπατῶντα, τῶν μὲν δοκούντων ἀληθ῀Η ὁρᾶν, τῶν δὲ ὡς ἀληθῶς ὄντων ψευδῶν.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:2a.4
Cite as
Hermetica, Fragmenta 2a.4 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:2a.4