🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Hermetica, Fragmenta 2b.5

← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 2b.4 · Hermetica, Fragmenta 2b.7 →

Hermetica, Fragmenta 2b.5 Ancient Greek Hermetica, Fragmenta
⟨...⟩ αὕτη γὰρ μόνη ἐστίν, ὦ τέκνον, [ἡ] πρὸς ἀλήθειαν ὁδός· ἣν καὶ οἱ ἡμέτεροι πρόγονοι ὥδευσαν, καὶ ὁδεύσαντες ἔτυχον τοῦ ἀγαθοῦ. σεμνὴ αὕτη ὁδὸς καὶ ⎡λεία⎤, χαλεπὴ δὲ ψυχῇ ὁδεῦσαι ἐν σώματι οὔσῃ. πρῶτον [μὲν] γὰρ αὐτὴν ἑαυτῇ πολεμῆσαι δεῖ, καὶ [δια]στάσιν μεγάλην ποιῆσαι, καὶ ὑπὸ τοῦ ἑνὸς μέρους ⟨τὰ⟩ πλέω νικηθῆναι. ἑνὸς γὰρ γίγνεται πρὸς δύο ἡ [συ]στάσις, τοῦ μὲν ⟨ἄνω⟩ ϲΠεύΔοντος, τῶν δὲ καθελκόντων κάτω· καὶ ἔρις καὶ μάχη πολλὴ πρὸς ἄλληλα τούτων γίγνεται [τοῦ μὲν φυγεῖν βουλομένου, τῶν δὲ κατασχεῖν σπευδόντων].
No aligned translation on this shelf.
Cite as

Hermetica, Fragmenta 2b.5 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:2b.5