Hermetica, Fragmenta 3.12
← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 3.5x · Hermetica, Fragmenta 3.13 →
Hermetica, Fragmenta 3.12 Ancient Greek
Hermetica, Fragmenta
τῶν δὲ ἐνεργειῶν αἱ μέν εἰσι τῶν θείων σωμάτων ⟨ἐνεργητικαί⟩, αἱ δὲ τῶν φθαρτῶν· καὶ ⟨τῶν εἰς τὰ φθαρτὰ ἐνεργουσῶν⟩ αἱ μὲν καθολικαὶ, ⟨αἱ δὲ γενικαί,⟩ αἱ δὲ ⟨ε⟩ἰδικαί. [καὶ αἱ μὲν τῶν γενῶν, αἱ δὲ [τῶν μερῶν] ἑνὸς ἑκάστου.] θεῖαι μὲν οὗν εἰσιν αἱ εἰς τὰ ⟨ἀ⟩ίδια σώματα ἐνεργοῦσαι· αὗται δὲ καὶ τέλειαί εἰσιν, ὡς εἰς τέλεια σώματα. ⟨καθολικαὶ δὲ αἱ εἰς τὰ φθαρτὰ σύμπαντα·⟩ ΓεΝικαὶ δὲ αἱ δι᾽ ἑνὸς ἑκάστου γένους τῶν ζῴων· ⟨ε⟩ἰδικαὶ δὲ αἱ εἰς ἕκαστόν ⟨⟨τι⟩⟩ τῶν ὄντων [[τι]].
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:3.12
Cite as
Hermetica, Fragmenta 3.12 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:3.12