Hermetica, Fragmenta 3.15
← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 3.14 · Hermetica, Fragmenta 3.16 →
Hermetica, Fragmenta 3.15 Ancient Greek
Hermetica, Fragmenta
νόησον οὖν, ὦ τέκνον, διαφορὰν ἐνεργείας ⟨καὶ αἰσθήσεως. ἡ μὲν γὰρ ἐνέργεια⟩ ἄνωθεν πέμπεται· ἡ δὲ αἴσθησις, ἐν τῷ σώματι οὖσα, καὶ ἀπὸ τούτου τὴν οὐσίαν ἔχουσα, δεξαμένη τὴν ἐνέργειαν φανερὰν ποιεῖ, καθάπερ αὐτὴν σαωματοποιήσασα. διόπερ ⟨τὰς μὲν ἐνεργείας ἀσωμάτους καὶ ἀθανάτους,⟩ τὰς ⟨δὲ⟩ αἰσθήσεις καὶ σωματικὰς καὶ θνητάς φημι εἶναι, ⟨ἐπὶ⟩ τοσοῦτον συνεστώσας ὅσον καὶ τὸ σῶμα· καὶ γὰρ συγγεννῶνται τῷ σώματι αἱ αἰσθήσεις καὶ συναποθνήσκουσι.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:3.15
Cite as
Hermetica, Fragmenta 3.15 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:3.15