Hermetica, Fragmenta 3.20
← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 3.19 · Hermetica, Fragmenta 3.21 →
Hermetica, Fragmenta 3.20 Ancient Greek
Hermetica, Fragmenta
αὗται δέ, οὖσαι σωματικαί, ἀνακινοῦνται ὑπὸ ⟨τῶν αἰσθήσεων, ἀντέχονται δὲ⟩ τῶν τῆς ψυχῆς ἀλόγων μερῶν· διὸ καὶ ἀμφοτέρας φημὶ κακωτικὰς εἶναι. τό τε γὰρ χαίρειν, μεθ᾽ ἡδονῆς τὴν αἴσθησιν παρέχον, πολλῶν κακῶν εὐθέως αἴτιον συμβαίνει[ν] τῷ παθόντι· ἥ τε λύπη, ἀλγηδόνας καὶ ὀδύνας ἰσχυροτέρας παρέχ⟨ουσα, τὸν βίον λυμαίν⟩εται. διόπερ εἰκότως ἀμφότεραι κακωτικαὶ ἂν εἴησαν.—
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:3.20
Cite as
Hermetica, Fragmenta 3.20 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:3.20