Hermetica, Fragmenta 3.8
← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 3.7 · Hermetica, Fragmenta 3.9 →
Hermetica, Fragmenta 3.8 Ancient Greek
Hermetica, Fragmenta
αὕτη οὖν ἡ διαφορὰ ἀθανάτου σώματος καὶ θνητοῦ, ὅτι τὸ μὲν ἀθάνατον ἐκ μιᾶς ὕλης συνέστηκε, τὸ δὲ οὔ· καὶ τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει. ⟨καὶ τὸ μὲν κρατεῖ, τὸ δὲ κρατεῖται·⟩ πᾶν γὰρ τὸ ἐνεργοῦν κρατεῖ, τὸ δὲ ἐνεργούμενον κρατεῖται. καὶ τὸ μὲν κρατοῦν, [ἐπιτακτικὸν καὶ] ἐλεύθερον ⟨ὄν⟩, ἄγει, τὸ δὲ ⟨κρατούμενον⟩, δοῦλον ⟨ὄν⟩, φέρεται.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:3.8
Cite as
Hermetica, Fragmenta 3.8 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:3.8