🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Hermetica, Fragmenta 6.15

← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 6.14 · Hermetica, Fragmenta 6.16 →

Hermetica, Fragmenta 6.15 Ancient Greek Hermetica, Fragmenta
κάτωθεν δὲ τῆς σελήνης εἰσὶν ἕτεροι ἀστέρες φθαρτοί, ἀργοί, πρὸς ὀλίγον χρόνον συνιστάμενοι, εἰς τὸν ὑπὲρ γῆς ἀέρα ἐξ αὐτῆς τῆς γῆς ἀναθυμιώμενοι, οὓς καὶ ἡμεῖς ὁρῶμεν διαλυομένους. ⟨οὗτοι⟩ τὴν φύσιν ὁμοίαν ἔχοΥϲι τοῖς ἀχρήστοις τῶν ἐπὶ γῆς ζῴων, ⟨ὅσα⟩ ἐπὶ ἕτερον [δὲ] οὐδὲν γίνεται ἢ ἵνα μόνον φθαρῇ, οἷον τὸ τῶν μυιῶν γένος καὶ τῶν ψυλλῶν καὶ τῶν σκωλήκων καὶ τῶν ἄλλων τῶν ὁμοίων. καθ⟨άπερ⟩ γὰρ ἐκεῖνα, ὦ Τάτ, οὔτε ἡμῖν οὔτε τῷ κόσμῳ χρήσιμά ἐστι, τοὐναντίον δὲ λυπεῖ ἐνοχλοῦντα, παρακολουθήματα ὄντα τῆς φύσεως, καὶ κατὰ τὸ περισσὸν τὴν γένεσιν ἔχοντα, τὸν αὐτὸν τρόπον καὶ οἱ ἀπὸ τῆς γῆς ἀναθυμιώμενοι ἀστέρες τὸν μὲν ἄνω τόπον οὐ καταλαμβάνουσιν,—ἀδυνατοῦσι γάρ, ὡς κάτωθεν ἀνιόντες,—πολὺ δὲ ⟨τὸ⟩ ἐμβριθὲς ἔχοντες, ἑλκόμενοι κάτω ὑπὸ τῆς ἰδίας ὕλης διαχέονται ταχέως, καὶ διαλυθέντες πίπτουσι πάλιν εἰς γῆν, μηδὲν ἐνεργήσαντες ἢ μόνον ὀχλήσαντες τῷ ὑπὲρ γῆν ἀέρι.
No aligned translation on this shelf.
Cite as

Hermetica, Fragmenta 6.15 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:6.15