Hermetica, Fragmenta 6.6
← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 6.5 · Hermetica, Fragmenta 6.7 →
Hermetica, Fragmenta 6.6 Ancient Greek
Hermetica, Fragmenta
Ἔτι δὲ νόησον, ⟨ὦ⟩ Τάτ, ὅτι καὶ ἀπαθεῖς εἰσιν ὧν οἱ ἄλλοι ἀστέρες πάσχουσιν. οὔτε γὰρ ἐπεχόμενοι τὸν δρόμον στηρίζουσιν οὔτε κωλυόμενοι ἀναποδίζουσιν, ⟨...·⟩ ἀλλ᾽ οὐδὲ μὴν ⎡ὑπὸ τοῦ φωτὸς τοῦ ἡλίου σκέπονται⎤, ἅπερ πάσχουσιν οἱ ἄλλοι ἀστέρες· ἐλευθέροι δὲ ὄντες, ὑπεράνω πάντων ὥσπερ φύλακες ἀκριβεῖς καὶ ἐπίσκοποι τοῦ παντὸς περιέ⟨ρ⟩χονται τῷ νυχθημέρῳ τὸ πᾶν.—
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:6.6
Cite as
Hermetica, Fragmenta 6.6 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:6.6