Iamblichus, De Mysteriis 1.12 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.11 (part 3) · Iamblichus, De Mysteriis 1.12 (part 2) →
Iamblichus, De Mysteriis 1.12 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
Ἀλλὰ αἱ κλήσεις, φησίν, ὡς πρὸς ἐμπαθεῖς τοὺς θεοὺς γίγνονται, ὥστε οὐχ οἱ δαίμονες μόναν εἰσὶν ἐμπαθεῖς, ἀλλὰ καὶ οἱ θεοί. τὸ δὲ οὐχ οὕτως ἔχει καθάπερ ὑπείληφας. αὐτοφανὴς γάρ τίς ἐστι καὶ αὐτοτελὴς ἡ διὰ τῶν κλήσεων ἔλλαμψις, πόρρω τε τοῦ καθέλκεσθαι ἀφέστηκε, διὰ τῆς θείας τε ἐνεργείας καὶ τελειότητος πρόεισιν εἰς τὸ ἐμφανές, καὶ τοσούτῳ προέχει τῆς ἑκουσίου κινήσεως, ὅσον ἡ τἀγαθοῦ θεία βούλησις τῆς προαιρετικῆς ὑπερέχει ζωῆς. διὰ τῆς τοιαύτης οὖν βουλήσεως ἀφθόνως οἱ θεοὶ τὸ φῶς ἐπιλάμπουσιν εὐμενεῖς ὄντες καὶ ἵλεῳ τοῖς θεουργοῖς, τάς τε ψυχὰς αὐτῶν εἰς ἑαυτοὺς ἀνακαλούμενοι καὶ τὴν ἕνωσιν αὐταῖς τὴν πρὸς ἑαυτοὺς χορηγοῦντες, ἐθίζοντές τε αὐτὰς καὶ ἔτι ἐν σώματι οὔσας ἀφίστασθαι τῶν σωμάτων, ἐπί τε τὴν ἀίδιον καὶ νοητὴν ἑαυτῶν ἀρχὴν περιάγεσθαι. Δῆλον δὲ καὶ ἀπ’ αὐτῶν τῶν ἔργων ὃ νυνί φαμεν εἶναι τῆς ψυχῆς σωτήριον· ἐν γὰρ τῷ θεωρεῖν τὰ μακάρια θεάματα ἡ ψυχὴ ἄλλην ζωὴν ἀλλάττεται καὶ ἑτέραν ἐνέργειαν ἐνεργεῖ καὶ οὐδ’ ἄνθρωπος εἶναι ἡγεῖται, τό τε ὀρθῶς ἡγουμένῃ· πολλάκις δὲ καὶ τὴν ἑαυτῆς ἀφεῖσα ζωὴν τὴν μακαριωτάτην τῶν θεῶν ἐνέργειαν ἀντηλλάξατο. εἰ δὴ κάθαρσιν παθῶν καὶ ἀπαλλαγὴν γενέσεως ἕνωσίν τε πρὸς τὴν θείαν ἀρχὴν ἡ διὰ τῶν κλήσεων ἄνοδος παρ ἔχει τοῖς ἱερεῦσι, τί δήποτε παθῶν τις αὐτῇ προσάπτει; οὐ γὰρ τοὺς ἀπαθεῖς καὶ καθαροὺς εἰς τὸ παθητὸν καὶ ἀκάθαρτον ἡ τοιαύτη κλῆσις κατασπᾷ·
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.12
Cite as
Iamblichus, De Mysteriis 1.12 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.12