🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 1.16

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.15 (part 3) · Iamblichus, De Mysteriis 1.17 (part 1) →

Iamblichus, De Mysteriis 1.16 Ancient Greek Iamblichus, De Mysteriis
Ἔχεται δὲ ταύτης ἐν τοῖς σοῖς γράμμασιν ἡ σώματι καὶ ἀσωματίᾳ θεοὺς δαιμόνων χωρίζουσα, μακρῷ δή τινι κοινοτέρα οὖσα τῆς πρότερον, καὶ τοσοῦτον ἀπέχουσα τοῦ τὰ ἰδιώματα αὐτῶν τῆς οὐσίας φράζειν, ὥστε μηδ’ εἰκάσαι εἶναι περὶ αὐτῶν μηδὲ τῶν συμβεβηκότων αὐτοῖς ὁτιοῦν· οὐδὲ γὰρ αὐτὸ τοῦτο, εἰ ζῶά ἐστιν ἢ μὴ ζῶα καὶ πότερον ἐστέρηται ζωῆς ἢ οὐδ’ ὅλως αὐτῆς δεῖται, δυνατὸν ἀπὸ τούτων κατανοῆσαι. ἔτι τοίνυν οὐδὲ πῶς λέγεται ταῦτα τὰ ὀνόματα, εἴτε κοινῶς εἴτε κατὰ πλειόνων διαφερόντων, ῥᾴδιον συμβαλεῖν· εἰ μὲν κοινῶς, ἄτοπον, εἰ ὑπὸ ταὐτὸ γένος ἐστὶ τὸ ἀσώματον, γραμμή τε καὶ χρόνος καὶ θεός, δαίμονές τε καὶ πῦρ καὶ ὕδωρ, εἰ δὲ κατὰ πλειόνων, τί μᾶλλον θεοὺς ἢ σημεῖα δηλοῖς, ὅταν ἀσώματον εἴποις; ἢ ὅταν σῶμα, τίς οὐκ ἂν ὑπολάβοι γῆν μᾶλλον εἰρῆσθαι ἢ δαίμονας; οὐδὲ γὰρ αὐτὸ τοῦτο διώρισται, εἰ ἔχουσι σώματα ἢ ἐποχοῦνται σώμασιν ἢ χρῶνται αὐτοῖς ἢ περιέχουσιν αὐτὰ ἢ μόνον ταὐτό εἰσι σώματi. ἀλλ’ ἴσως οὐ δεῖ πάνυ τι βασανίζειν τὴν ἀντιδιαστολὴν ταύτην· οὐδὲ γὰρ ὡς σαυτοῦ γνώμην ταύτην προτείνεις, ἀλλ’ ὡς ἑτέρων αὐτὴν δόξαν ἀποφαίνεις.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 1.16 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.16