Iamblichus, De Mysteriis 1.1 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 0.1 · Iamblichus, De Mysteriis 1.1 (part 2) →
Iamblichus, De Mysteriis 1.1 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
Θεὸς ὁ τῶν λόγων ἡγεμών, ὁ Ἑρμῆς, πάλαι δέδοκται καλῶς ἅπασι τοῖς ἱερεῦσιν εἶναι κοινός· ὁ καὶ τῆς περὶ θεῶν ἀληθινῆς ἐπιστήμης προεστηκὼς εἷς ἐστιν ὁ αὐτὸς ἐν ὅλοις· ᾧ δὴ καὶ οἱ ἡμέτεροι πρόγονοι· τὰ αὑτῶν τῆς σοφίας εὑρήματα ἀνετίθεσαν, Ἑρμοῦ πάντα τὰ οἰκεῖα συγγράμματα ἐπονομάζοντες. εἰ καὶ τοῦδε τοῦ θεοῦ καὶ ἡμεῖς τὸ ἐπιβάλλον καὶ δυνατὸν ἑαυτοῖς μέρος μετάσχοιμεν, σύ τε καλῶς ποιεῖς, τινὰ εἰς γνῶσιν τοῖς ἱερεῦσιν, ὡς φιλοῦσι, περὶ θεολογίας προτείνων ἐρωτήματα, ἐγώ τε εἰκότως τὴν πρὸς Ἀνεβὼ τὸν ἐμὸν μαθητὴν πεμφθεῖσαν ἐπιστολὴν ἐμαυτῷ γεγράφθαι νομίσας ἀποκρινοῦμαί σοι αὐτὰ τ’ ἀληθῆ ὑπὲρ ὧν πυνθάνῃ. οὐδὲ γὰρ ἂν εἴη πρέπον Πυθαγόραν μὲν καὶ Πλάτωνα καὶ Δημόκριτον καὶ Εὔδοξον καὶ πολλοὺς ἄλλους τῶν παλαιῶν Ἑλλήνων τετυχηκέναι διδαχῆς τῆς προσηκούσης ὑπὸ τῶν καθ’ ἑαυτοὺς γινομένων ἱερογραμματέων, σὲ δ’ ἐφ’ ἡμῶν ὄντα καὶ τὴν αὐτὴν ἐκείνοις ἔχοντα γνώμην, διαμαρτεῖν τῆς ὑπὸ τῶν νῦν ζώντων καὶ καλουμένων κοινῶν διδασκάλων ὑφηγήσεως. ἐγὼ μὲν οὖν οὕτως ἐπὶ τὸν λόγον τὸν παρόντα πρόσειμι, σὺ δ’, εἰ μὲν βούλει, τὸν αὐτὸν ἡγοῦ σοι πάλιν ἀντιγράφειν ᾧπερ ἐπέστειλας· εὶ δὲ καὶ φαίνοιτό σοι δεῖν, ἐμὲ θὲς εἶναί σοι τὸν ἐν γράμμασι διαλεγόμενον ἤ τινα ἄλλον προφήτην Αἰγυπτίων· οὔδε γὰρ τοῦτο διενήνοχεν· ἢ ἔτι βέλτιον οἶμαι τὸν μὲν λέγοντα ἄφες, εἴτε χείρων εἴτε ἀμείνων εἴη, τὰ δὲ λεγόμενα σκόπει, εἴτε ἀλφθῆ εἴτε ψευδῆ λέγεται προθύμως ἀνεγείρας τὴν διάνοιαν.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.1
Cite as
Iamblichus, De Mysteriis 1.1 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.1